Άγιος Πάμφιλος και οι συν αυτώ Μάρτυρες

Άγιος Πάμφιλος και οι συν αυτώ Μάρτυρες

Εις τον Πάμφιλον
Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε,
Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην.

Εις τον Ουάλην, Παύλον και Σέλευκον
Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης,
Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει.

Εις τον Πορφύριον και Ιουλιανόν
Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο,
Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο.

Εις τον Θεόδουλον
Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου,
Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου.

Εις τον Ηλίαν, Iερεμίαν, Ησαΐαν, Σαμουήλ και Δανιήλ
Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων,
Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι.

Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *